Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.85 Joseph. AJ 8.90 (English) >>Joseph. AJ 8.94

8.88

Κατεσκεύασε δὲ καὶ θυσιαστήριον χάλκεον εἴκοσι πηχῶν τὸ μῆκος καὶ τοσούτων τὸ εὖρος τὸ δὲ ὕψος δέκα πρὸς τὰς ὁλοκαυτώσεις. ἐποίησε δὲ αὐτοῦ καὶ τὰ σκεύη πάντα χάλκεα ποδιστῆρας καὶ ἀναλημπτῆρας· οὐ μὴν ἀλλὰ πρὸς τούτοις Χείρωμος καὶ λέβητας καὶ ἅρπαγας καὶ πᾶν σκεῦος ἐδημιούργησεν ἐκ χαλκοῦ τὴν αὐγὴν ὁμοίου χρυσῷ καὶ τὸ κάλλος· 8.89τραπεζῶν τε πλῆθος ἀνέθηκεν βασιλεύς, καὶ μίαν μὲν μεγάλην χρυσέαν, ἐφʼ ἧς ἐτίθεσαν τοὺς ἄρτους τοῦ θεοῦ, καὶ ταύτῃ παραπλησίας μυρίας πρὸς αὐταῖς ἑτέρῳ τρόπῳ γεγενημένας, ἐφʼ ὧν ἐπέκειτο τὰ σκεύη φιάλαι τε καὶ σπονδεῖα χρύσεα μὲν δισμύρια ἀργύρεα δὲ τετρακισμύρια. 8.90καὶ λυχνίας δὲ μυρίας ἐποίησε κατὰ τὴν Μωυσέος προσταγήν, ἐξ ὧν μίαν ἀνέθηκεν εἰς τὸν ναόν, ἵνα καίηται καθʼ ἡμέραν ἀκολούθως τῷ νόμῳ, καὶ τράπεζαν μίαν ἐπικειμένην ἄρτους πρὸς τὸ βόρειον τοῦ ναοῦ μέρος ἀντικρὺ τῆς λυχνίας· ταύτην γὰρ κατὰ νότον ἔστησεν, δὲ χρύσεος βωμὸς μέσος αὐτῶν ἔκειτο. ταῦτα πάντα εἶχεν τῶν τεσσαράκοντα πηχῶν οἶκος πρὸ τοῦ καταπετάσματος τοῦ ἀδύτου· ἐν τούτῳ δὲ κιβωτὸς ἔμελλε κεῖσθαι. 8.91

Οἰνοχόας δʼ βασιλεὺς μυριάδας ὀκτὼ κατεσκεύασε καὶ φιαλῶν χρυσέων δέκα ἀργυρέας δὲ διπλασίονας. πινάκων δὲ χρυσέων εἰς τὸ προσφέρειν ἐν αὐτοῖς πεφυραμένην σεμίδαλιν τῷ βωμῷ μυριάδας ὀκτώ, τούτων δʼ ἀργυροῦς διπλασίονας. κρατῆρας δʼ οἷς ἐνεφύρων τὴν σεμίδαλιν μετʼ ἐλαίου χρυσέους μὲν ἑξακισμυρίους, ἀργυρέους δὲ δὶς τοσούτους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.85 Joseph. AJ 8.90 (English) >>Joseph. AJ 8.94

Powered by PhiloLogic